Καταβασίες τῶν Χριστουγέννων Ἦχος Α'
Ὑμνολογεὶ μὲ κατάνυξη ὁ ἱεροψάλτης Δημήτριος Παπαγιαννόπουλος.
Ὠδὴ α’.
Χριστὸς γεννᾶται, δοξάσατε, Χριστὸς ἐξ οὐρανῶν, ἀπαντήσατε, Χριστὸς ἐπὶ γῆς, ὑψώθητε, ᾄσατε τῷ Κυρίῳ πᾶσα ἡ γῆ, καὶ ἐν εὐφροσύνῃ, ἀνυμνήσατε λαοί, ὅτι δεδόξασται.
Ὠδὴ γ’.
Τῷ πρὸ τῶν αἰώνων, ἐκ Πατρὸς γεννηθέντι ἀρρεύστως Υἱῷ, καὶ ἐπ' ἐσχάτων ἐκ Παρθένου, σαρκωθέντι ἀσπόρως, Χριστῷ τῷ Θεῷ βοήσωμεν· ο ἀνυψώσας τὸ κέρας ἡμῶν, Ἅγιος εἶ Κύριε.
Ὠδὴ δ’.
Ῥάβδος ἐκ τῆς ῥίζης Ἰεσσαί, καὶ ἄνθος ἐξ αὐτῇς Χριστέ, ἐκ τῆς Παρθένου ἀνεβλάστησας, ἐξ ὄρους ὁ αἰνετός, κατασκίου δασέος, ἦλθες σαρκωθεὶς ἐξ ἀπειράνδρου, ὁ ἄϋλος καὶ Θεός, Δόξα τῇ δυνάμει σου, Κύριε.
Ὠδὴ ε’.
Θεὸς ὢν εἰρήνης, Πατὴρ οἰκτιρμῶν, τῆς μεγάλης Βουλῆς σου τὸν Ἄγγελον, εἰρήνην παρεχόμενον, ἀπέστειλας ἡμῖν· ὅθεν θεογνωσίας, πρὸς φῶς ὁδηγηθέντες, ἐκ νυκτὸς ὀρθρίζοντες, δοξολογοῦμέν σε, Φιλάνθρωπε.
Ὠδὴ ς’.
Σπλάγχνων Ἰωνᾶν, ἔμβρυον ἀπήμεσεν, ἐνάλιος θήρ, οἷον ἐδέξατο, τῇ Παρθένῳ δέ, ἐνοικήσας ὁ Λόγος καὶ σάρκα λαβών, διελήλυθε φυλάξας ἀδιάφθορον· ἧς γάρ, οὐχ ὑπέστη ῥεύσεως, τὴν τεκοῦσαν, κατέσχεν ἀπήμαντον.
(Ἀπὸ τὰ σπλάχνα του τὸ θαλάσσιο κῆτος σὰν ἔμβρυο ἀπέβαλε τὸν Ἰωνὰ σῶο καὶ ἀβλαβῆ, ὅπως τὸν δέχτηκε. Τὸ ἴδιο καὶ ὁ Μονογενὴς Λόγος τοῦ Θεοῦ, ἀφοῦ κατοίκησε στὴν κοιλιὰ τῆς Παρθένου καὶ πῆρε σάρκα, πέρασε ἀπὸ τὴν πανάχραντη μήτρα της, διαφυλάξας αὐτὴ ἀδιάφθορη. Πράγματι ἐπειδὴ δὲν συνέβῃ μεταβολὴ στὴ μήτρα αὐτὴ ποὺ Τὸν γέννησε, παρθένο τὴ διατήρησε.)

Ὠδὴ ζ’.
Οἱ Παῖδες εὐσεβείᾳ συντραφέντες, δυσσεβοῦς προστάγματος καταφρονήσαντες, πυρὸς ἀπειλὴν οὐκ ἐπτοήθησαν, ἀλλ' ἐν μέσῳ τῆς φλογὸς ἑστῶτες ἔψαλλον, ὁ τῶν Πατέρων Θεὸς εὐλογητὸς εἶ.
(Οἱ Τρεῖς ἅγιοι Παῖδες, ποὺ ἀνατράφηκαν μὲ τὴν εὐσέβεια στὸ Θεό, περιφρόνησαν τὴν ἀσεβῆ βασιλικὴ διαταγὴ καὶ δὲν τρόμαξαν ἀπὸ τὴν ἀπειλὴ τῆς φωτιᾶς, ἀλλά, ἐνῶ στέκονταν μέσα στὶς φλόγες, ἔψελναν, Σύ, ὁ Θεὸς τῶν Πατέρων μας, εἶσαι ἄξιος νὰ ὑμνεῖσαι.)

Ὠδὴ η’.
Αἰνοῦμεν, εὐλογοῦμεν καὶ προσκυνοῦμεν τὸν Κύριον.
Θαύματος ὑπερφυοῦς ἡ δροσοβόλος, ἐξεικόνισε κάμινος τύπον· οὐ γὰρ οὓς ἐδέξατο φλέγει Νέους, ὡς οὐδὲ πῦρ τῆς Θεότητος, Παρθένου ἢν ὑπέδυ νηδύν· διὸ ἀνυμνοῦντες ἀναμέλψωμεν. Εὐλογείτω ἡ Κτίσις πᾶσα τὸν Κύριον, καὶ ὑπερυψούτω εἰς πάντας τοὺς αἰῶνας.
(Τὸ ὑπερφυσικὸ θαῦμα τῆς ἐνανθρωπήσεως τοῦ Θεοῦ, προεικόνιζε ἐκείνη ἡ κάμινος στὴ Βαβυλῶνα ποὺ ἀνέδιδε δροσιά, γιατί δὲν κατέκαυσε τοὺς νέους ποὺ ρίχτηκαν μέσα σ' αὐτή, ὅπως καὶ τὸ πῦρ τῆς Θεότητος δὲν κατέκαυσε τὴν κοιλία τῆς Παρθένου μέσα στὴν ὁποῖα ἤρεμα εἰσχώρησε, γι' αὐτὸ καὶ ἐμεῖς ἂς ψάλλουμε ἀναφωνῶντας, ὅλα τὰ δημιουργήματα ὑμνεῖτε τὸν Κύριο καὶ ὑψώνετε Αὐτὸν ὑπεράνω κάθε ἀνθρωπίνου μεγαλείου σ' ὅλους τοὺς αἰῶνες.)

Ὠδὴ θ’.
Μεγάλυνον ψυχή μου, τὴν Τιμιωτέραν, καὶ ἐνδοξοτέραν, τῶν ἄνω στρατευμάτων.
Μυστήριον ξένον, ὀρῶ καὶ παράδοξον! οὐρανὸν τὸ Σπήλαιον, θρόνον Χερουβικόν, τὴν Παρθένον, τὴν φάτνην χωρίον, ἐν ᾧ ἀνεκλήθη ὁ ἀχώρητος, Χριστὸς ὁ Θεός, ὂν ἀνυμνοῦντες μεγαλύνομεν.
(Παράδοξο καὶ ἀκατανόητο θαῦμα ἀτενίζω.
Τὸ σπήλαιο λαμπρὸ οὐρανό, την Παρθένο θρόνο Χερουβικό, τὴ φάτνη τόπο ὅπου ἀναπαύτηκε ὁ Χριστός, ποὺ ὡς Θεὸς δὲν περιορίζεται σὲ ὑλικὸ χῶρο. Αὐτὸν λοιπὸν ἀνυμνῶντας ἐμεῖς οἱ πιστοὶ δοξάζουμε μὲ μεγάλη δόξα.)
Σᾶς εὔχομαι ὁλόψυχα καλὰ Χριστούγεννα ἐν Ἁγίῳ Πνεύματι μὲ ἀληθινὴ ὁμολογία Χριστοῦ.