«Κύματι θαλάσσης, τὸν κρύψαντα πάλαι διώκτην τύραννον, Φάτνῃ κρυπτόμενον, κτεῖναι ζητεῖ ὁ Ἡρῴδης· ἀλλ' ἡμεῖς σὺν Μάγοις μέλψωμεν· τῷ Κυρίῳ ᾄσωμεν· ἐνδόξως γὰρ δεδόξασται».
Κύριε Θεέ μου, Γενέθλιον ὕμνον καὶ προεόρτιον, ᾠδήν σοι ᾄσομαι, τῷ τῇ Γεννήσει σου θείαν, ἀναγέννησιν διδόντι μοι, καὶ εἰς τὴν προτέραν με, εὐγένειαν ἀνάγοντι.
Ἄνω σε ἐν θρόνῳ, καὶ κάτω ἐν φάτνῃ, τὰ ὑπερκόσμια, καὶ τὰ περίγεια, κατανοοῦντα Σωτήρ μου, κατεπλήττοντο τὸ κράτος σου· ὑπὲρ νοῦν ὡράθης γάρ, διπλοῦς φύσει Θεάνθρωπος.
Ἵνα σου τῆς δόξης, τὰ πάντα πληρώσῃς, κλίνας ἐλήλυθας, τοὺς οὐρανοὺς ἕως γῆς· ὡς γὰρ ἐν πόκῳ κατέβης, ὑετὸς ἐν μήτρᾳ Παρθενικῇ, ἐξ ἧς νῦν τεχθήσεσθαι, διπλοῦς ἔρχῃ Θεάνθρωπε.
Ἕτερος Κανὼν Προεόρτιος, οὗ ἡ Ἀκροστιχὶς κατὰ Ἀλφάβητον.
Ἰωσήφ.
ᾨδὴ α' Ἦχος β' Ὁ Εἱρμὸς
«Ἐν βυθῷ κατέστρωσε ποτέ, τὴν Φαραωνίτιδα, πανστρατιὰν ἡ ὑπέροπλος δύναμις σαρκωθεὶς ὁ Λόγος δέ, τὴν παμμόχθηρον ἁμαρτίαν ἐξήλειψεν, ὁ δεδοξασμένος Κύριος· ἐνδόξως γὰρ δεδόξασται».
Ἀπεγράφης Καίσαρος θεσμῷ, θέλων ἀπογράψασθαι, βίβλῳ ζωῆς παμβασιλεῦ τὸν ἄνθρωπον, ξένος εἰς τὰ ἴδια παραγέγονας, τὸν δεινῶς ξενιτεύσαντα, ἐκ τοῦ Παραδείσου, εἰς τὸν οὐρανὸν ἀνακαλούμενος.
Βηθλεὲμ ὑπόδεξαι Χριστόν· σοὶ γὰρ σωματούμενος, ἐπιδημεῖ τὴν Ἐδὲμ ἐξανοίγων μοι, εὐτρεπίζου Σπήλαιον, τὸν ἀχώρητον θεωρῆσαι χωρούμενον, ἐν σοὶ παραδόξως, πλούτῳ εὐσπλαγχνίας νῦν πτωχεύσαντα.
Γεννηθῆναι ἔρχεται Χριστός, ξένην ἀναγέννησιν, τοῖς ἐξ Ἀδάμ, ὡς ἀγαθὸς δωρούμενος, εὐφράνθητι ἔρημος, ἡ οὐ τίκτουσα, τῶν βροτῶν φύσις ἅπασα, ἦλθεν ὁ Δεσπότης, σὲ πολυτεκνοῦσαν ἀπεργάσασθαι.
Κανὼν τῆς Ἁγίας, οὗ ἡ Ἀκροστιχίς.
Εὐγενίης μέγα κῦδος ἐν ᾄσμασιν ἔξοχα μέλπω.
Θεοφάνους.
ᾨδὴ α' Ἦχος β' Ἐν βυθῷ κατέστρωσε ποτέ
Εὐγενία Μάρτυς τοῦ Χριστοῦ, νῦν περιχορεύουσα, χαρμονικῶς σὺν Ἀγγέλων στρατεύμασιν, ὡς Παρθένος ἄμωμος, καὶ ὡς Μάρτυς στεφανηφόρος πανόλβιε, χάριν δωρηθῆναι, πρέσβευε τοῖς πόθῳ ἀνυμνοῦσί σε.
Ὑμνῳδίας Νύμφη τοῦ Χριστοῦ, θείας ἐπακούσασα, πρὸς ὑψηλὴν ἐπτερώθης εὐγένειαν· ὡς γὰρ φῶς ἐνήστραψε, τῇ καρδίᾳ σου τῶν ᾀσμάτων τοῦ Πνεύματος, ἡ θεολογία, πᾶσαν ἀθεότητα διώκουσα.
Γυναικείας φύσεως ὁ σός, νοῦς ἐπιλαθόμενος, πρὸς ἀνδρικὰς ἐνεργείας ἀνέδραμεν, ἀνδρωθεὶς τῇ χάριτι, καὶ Θεῷ προνοητικῶς εὐθυνόμενος. Μάρτυς Εὐγενία, θείας εὐγενείας ἡ ἐπώνυμος.
Ἐλλαμφθεῖσα φέγγει νοητῷ, πλείστους τῆς ἐλλάμψεως, συμμετασχεῖν ἀπειργάσω θεόσοφε· ἧς νῦν τοὺς ὑμνοῦντάς σε, λυτρουμένη τῆς ἁμαρτίας ἀξίωσον, ταῖς σαῖς ἱκεσίαις, Μάρτυς Εὐγενία παμμακάριστε.
Θεοτοκίον
Νεκρωθέντες γνώσεως φυτῷ, ξύλῳ τῆς ζωῆς Ἁγνή, πρὸς τὴν ζωὴν οἱ πιστοὶ ἀνεκλήθημεν, τῷ ἐκ σοῦ βλαστήσαντι, ὑπὲρ ἔννοιαν, Θεοτόκε, Χριστῷ τῷ Θεῷ· ᾧ σὺν παρρησίᾳ, πρέσβευε σωθῆναι τὰς ψυχὰς ἡμῶν.
Κανών α', ᾨδὴ γ', Προεόρτιος Ἦχος πλ. β' Ὁ Εἱρμὸς
«Σὲ τὸν ἐπὶ ὑδάτων, κρεμάσαντα πᾶσαν τὴν γῆν ἀσχέτως, ἡ κτίσις κατιδοῦσα, ἐν τῷ Σπηλαίῳ τικτόμενον, θαμβητικῶς συνείχετο· Οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε κραυγάζουσα».
Σύμβολα τῆς ἀρρήτου, σαρκώσεως, παραδεικνὺς Οἰκτίρμον, ἐπλήθυνας ὁράσεις, καὶ προφητείας ἐνέπνευσας· ἃς νῦν ἐλθὼν ἐπλήρωσας, σαρκὶ τικτόμενος, Κόρης ἐξ ἁγνῆς ἐν πόλει Δαυΐδ.
Ἥπλωσε γῆ τὰ νῶτα, καὶ δέχεται δεχόμενον τὸν Κτίστην, τὴν δόξαν ἐξ Ἀγγέλων, ἐξ οὐρανοῦ τὸν ἀστέρα δέ, ἐκ τῶν Ποιμένων αἴνεσιν, ἐκ Μάγων δῶρά τε, κόσμου τε παντὸς ἐπίγνωσιν.
Μάντεως χρησμολόγου, προβλήματα Βαλαὰμ νῦν πληροῦνται· ἀνέτειλε γὰρ ἄστρον, ἐξ, Ἰακὼβ καὶ ὡδήγησε, πρὸς τὸν τῆς δόξης Ἥλιον, δῶρα κομίζοντας, Μάγους ἐκ Περσίδος ἄνακτας.
Κανών β', ᾨδὴ γ', Ἕτερος Προεόρτιος Ἦχος β'
Ἐξήνθησεν ἡ ἔρημος
Δεσμῶν ἀπολυτρούμενος, τῶν κακῶν με Κύριε, ἐνειληθῆναι σπάργανα, ὥσπερ βρέφος, ἔρχῃ φιλάνθρωπε· προσκυνῶ σου τὴν θείαν συγκατάβασιν.
Ἐν χρόνῳ γεγονότα σε, τὸν ἀχρόνως λάμψαντα, ἐκ τοῦ Πατρὸς προέρχεται, ἡ Παρθένος τεκεῖν τὰ χρόνια, διαλύοντα πάθη τῶν ψυχῶν ἡμῶν.
Ζητῶν με τὸν πλανώμενον, παραβάσει Σπήλαιον, ὡς οὐρανὸν κατῴκησας, τὰς μονὰς μοι εὐτρεπιζόμενος, τὰς ἐκεῖθεν οἰκτίρμον Πολυέλεε.
Κανών γ', ᾨδὴ γ', τῆς Ἁγίας Ἦχος β' Ἐν πέτρᾳ με τῆς πίστεως
Ἱερεῖον ὥσπερ ἄμωμον τῷ Δεσπότῃ, προσήχθης διανοίᾳ τελειοτάτῃ, τὸν πλοῦτον τὸν φθειρόμενον ἀπεσείσω, βοῶσα Πάνσοφε· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.
Ἡ Πάναγνος ἐγνώσθη σου καθαρότης· διέλαμψε τῶν ἄθλων σου ἡ στερρότης· τὴν πρᾶξιν γὰρ ἐπίβασιν θεωρίας, εἰργάσω κράζουσα· Σὺ εἶ ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.
Σωφροσύνης τῷ ἔρωτι κατεθέλχθης, ἐτήρησας τὸ καύχημα τῆς ἁγνείας, ἐγένου περιδέξιος τῇ σοφίᾳ, Χριστῷ κραυγάζουσα· Σὺ εἶ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστιν Ἅγιος πλήν σου Κύριε.
Θεοτοκίον
Μαρίαν τὴν πανάχραντον Θεοτόκον, ὑμνήσωμεν ὡς πρόξενον σωτηρίας, φανεῖσαν οἱ θεόφρονες, ἐκβοῶντες· Οὐκ ἔστιν ἄμωμος, ὡς σὺ Πανάχραντε, καὶ οὐκ ἔστιν ἄμεμπτος, πλήν σου Δέσποινα.
Ὁ Εἱρμὸς
«Ἐν πέτρᾳ με τῆς πίστεως στερεώσας, ἐπλάτυνας τὸ στόμα μου ἐπ' ἐχθρούς μου· ηὐφράνθη γὰρ τὸ πνεῦμά μου ἐν τῷ ψάλλειν. Οὐκ ἔστιν Ἅγιος ὡς ὁ Θεὸς ἡμῶν, καὶ οὐκ ἔστι δίκαιος, πλήν σου Κύριε».
Κάθισμα Προεόρτιον Ἦχος α' Τὸν τάφον σου Σωτὴρ
Ἀγάλλου ἡ Σιών, Βηθλεὲμ εὐτρεπίζου, ὁ πάντων συνοχεύς, τὸν ἀστέρα προπέμψας, ἐμήνυσε τὴν ἄμετρον, ἑαυτοῦ συγκατάβασιν· ὃν γὰρ τρέμουσι, τῶν οὐρανῶν αἱ Δυνάμεις, ὄντως τίκτεται, ἐκ τῆς Παρθένου ἀτρέπτως, ὁ μόνος Θεὸς ἡμῶν.
Δόξα...
Τῆς Ἁγίας Ἦχος πλ. δ' Τὴν Σοφίαν καὶ Λόγον
Ἐνασκήσασα πόνοις ἀθλητικοῖς, ἐδοξάσθης ἀγῶσι μαρτυρικοῖς, πολλοὺς προσενέγκασα, σῳζομένους τῷ Κτίστη σου· τῷ γὰρ θείῳ πόθῳ, λιποῦσα τὰ πρόσκαιρα, ἀνδρικούς ἀγῶνας, ἐτέλεσας ἔνδοξε· ὅθεν μετὰ τέλος, ἀτελεύτητον εὗρες, ζωὴν συνυπάρχουσα, τῷ Νυμφίῳ σου πάντοτε, Εὐγενία ἰσάγγελε. Πρέσβευε Χριστῷ τῷ Θεῷ, τῶν πταισμάτων ἄφεσιν δωρήσασθαι, τοῖς ἑορτάζουσι πόθῳ, τὴν ἁγίαν Μνήμην σου.
Καὶ νῦν ...
Προεόρτιον Ἦχος ὁ αὐτὸς Τὸ προσταχθὲν μυστικῶς
Τῶν Γενεθλίων τοῦ Χριστοῦ τὰ προεόρτια, ἐπιτελοῦντες οἱ πιστοὶ πανηγυρίσωμεν, καὶ ἀξίως ἅπαντες προϋπαντήσωμεν, ὡς Μάγοι δωροφοροῦντες τὰς ἀρετάς, καὶ ᾄδοντες τῶν Ἀγγέλων ᾆσμα καινόν, τῷ ἐκ Κόρης θεόπαιδος, ἐν Βηθλεὲμ ἄνευ σπορᾶς, τικτομένῳ Θεῷ ἡμῶν, ὃν δοξάζει τὰ σύμπαντα.