Τετάρτη 18 Δεκεμβρίου 2019

Ύμνοι Παραμονής Χριστουγέννων - Μέρος 1


Τα φετινά Χριστούγεννα ας κάνουμε φάτνη νοητή την καρδιά μας για να υποδεχθεί το Θείο βρέφος. 

ΤΟ ΚΕΙΜΕΝΟ ΤΩΝ ΨΑΛΛΟΜΕΝΩΝ

Ἰδοὺ καιρὸς ἤγγικε τῆς σωτηρίας ἡμῶν, εὐτρεπίζου Σπήλαιον, ἡ Παρθένος ἐγγίζει τοῦ τεκεῖν, Βηθλεὲμ γῆ, Ἰούδα, τέρπου καὶ ἀγάλλου, ὅτι ἐκ σοῦ ἀνατέταλκεν ὁ Κύριος ἡμῶν. Ἀκούσατε ὄρη καὶ βουνοί, καὶ τὰ περίχωρα τῆς, Ἰουδαίας, ὅτι ἔρχεται Χριστός, ἵνα σώσῃ, ὃν ἔπλασεν ἄνθρωπον, ὡς φιλάνθρωπος. 

Εἰς τὸν Στίχον, Στιχηρὰ Ἰδιόμελα. Ἦχος α' 

Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια, καὶ ἐπάραντες τὸν νοῦν, ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὴν Παρθένον, τοῖς ψυχικοῖς ὀφθαλμοῖς, ἐπειγομένην τίκτειν ἐν Σπηλαίῳ, τὸν τῶν ὅλων Κύριον καὶ Θεὸν ἡμῶν· οὗ Ἰωσὴφ κατιδών, τῶν θαυμάτων τὸ μέγεθος, ἐδόκει ἄνθρωπον θεωρεῖν, ὡς βρέφος σπαργανούμενον, ὑπενόει δὲ ἐκ τῶν πραγμάτων, Θεὸν εἶναι ἀληθινόν, τὸν παρέχοντα ταῖς ψυχαῖς ἡμῶν τὸ μέγα ἔλεος. 

Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος. 

Προεορτάσωμεν λαοί, Χριστοῦ τὰ Γενέθλια καὶ ἐπάραντες τὸν νοῦν ἐπὶ τὴν Βηθλεὲμ ἀναχθῶμεν τῇ διανοίᾳ, καὶ κατίδωμεν τὸ ἐν Σπηλαίῳ μέγα μυστήριον· ἤνοικται γὰρ ἡ Ἐδέμ, ἐκ Παρθένου Ἁγνῆς Θεοῦ προερχομένου, ὑπάρχοντος τελείου τοῦ αὐτοῦ, ἐν Θεότητι καὶ ἀνθρωπότητι, διὸ κράξωμεν· Ἅγιος ὁ Θεός, ὁ Πατὴρ ὁ ἄναρχος, Ἅγιος Ἰσχυρός, ὁ Υἱὸς ὁ σαρκωθείς, Ἅγιος Ἀθάνατος, τὸ Πανάγιον Πνεῦμα· Τριὰς Ἁγία, δόξα σοι. 

Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου και εξέστην. 

Ἄκουε οὐρανέ, καὶ ἐνωτίζου ἡ γῆ· ἰδοὺ γὰρ ὁ Υἱὸς καὶ Λόγος τοῦ Θεοῦ καὶ Πατρός, πρόεισι τεχθῆναι ἐκ Κόρης ἀπειράνδρου, εὐδοκίᾳ τοῦ φύσαντος αὐτὸν ἀπαθῶς, καὶ συνεργείᾳ τοῦ Ἁγίου Πνεύματος, Βηθλεὲμ εὐτρεπίζου· ἄνοιγε πύλην ἡ Ἐδέμ· ὅτι ὁ Ὢν γίνεται ὃ οὐκ ἦν, καὶ ὁ Πλαστουργὸς πάσης κτίσεως διαπλάττεται, ὁ παρέχων τῷ κόσμῳ τὸ μέγα ἔλεος. 

Σπήλαιον εὐτρεπίζου· ἡ Ἀμνὰς γὰρ ἥκει, ἔμβρυον φέρουσα Χριστόν. Φάτνη δὲ ὑποδέχου, τὸν τῷ λόγῳ λύσαντα, τῆς ἀλόγου πράξεως ἡμᾶς τοὺς γηγενεῖς· Ποιμένες ἀγραυλοῦντες, μαρτυρεῖτε θαῦμα τὸ φρικτόν· καὶ Μάγοι ἐκ Περσίδος, χρυσὸν καὶ λίβανον καὶ σμύρναν, τῷ Βασιλεῖ προσάξατε, ὅτι ὤφθη Κύριος ἐκ Παρθένου Μητρός· ὃν περ καὶ κύψασα δουλικῶς, ἡ Μήτηρ προσεκύνησε, καὶ προσεφθέγξατο τῷ ἐν ἀγκάλαις αὐτῆς· Πῶς ἐνεσπάρης μοι; ἢ πῶς μοι ἐνεφύης, ὁ λυτρωτής μου καὶ Θεός; 

Ἀπολυτίκιον Ἦχος δ' 
Ἀπεγράφετο ποτέ, σὺν τῷ πρεσβύτῃ Ἰωσήφ, ὡς ἐκ σπέρματος Δαυΐδ, ἐν Βηθλεὲμ ἡ Μαριάμ, κυοφοροῦσα τὴν ἄσπορον κυοφορίαν. Ἐπέστη δὲ καιρὸς ὁ τῆς Γεννήσεως, καὶ τόπος ἦν οὐδεὶς τῷ καταλύματι· ἀλλ' ὡς τερπνὸν παλάτιον τὸ Σπήλαιον, τῇ Βασιλίδι ἐδείκνυτο. Χριστὸς γεννᾶται τὴν πρὶν πεσοῦσαν, ἀναστήσων εἰκόνα.

Γιατί ἀφαιροῦν τον Ἐσταυρωμένο ἀπὸ τὴν ἁγία τράπεζα ;;

  Ὁ αἱρετικὸς «ἐπίσκοπος» Σύρου, Τήνου, Ἄνδρου κλπ (Δωρόθεος) στὸ «ἅγιο» βῆμα, στὸν ναὸ τῆς Παναγίας τῆς Τήνου - ΧΩΡΙΣ ΤΟΝ ΕΣΤΑΥΡΩΜΕΝΟ πίσω ...