Παρασκευή 20 Δεκεμβρίου 2019

Ύμνοι Παραμονής Χριστουγέννων - Μέρος 3


Ἦχος πλ. β' ΑΙΝΟΙ
ΨΑΛΜΟΣ ΡΜΗ' (148)


Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.

Αἰνεῖτε τὸν Κύριον ἐκ τῶν οὐρανῶν αἰνεῖτε αὺτὸν ἐν τοῖς ὑψἰστοις· Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Αἰνεῖτε αὐτὸν πάντες οἱ Ἄγγελοι αὐτοῦ· αἰνεῖτε αὐτὸν, πᾶσαι αἱ Δυνάμεις αὐτοῦ·Σοὶ πρέπει ὕμνος τῷ Θεῷ.

Στιχ. Αἰνεῖτε αὐτὸν ἐπὶ ταῖς δυναστείαις αὐτοῦ, αἰνεῖτε αὐτὸν κατὰ τὸ πλῆθος τῆς μεγαλωσύνης αὐτοῦ.
Στιχηρὰ Προσόμοια Προεόρτια Ἦχος πλ. β' Αἱ Ἀγγελικαὶ 


Ὢ τῶν ὑπὲρ νοῦν, καὶ ἀρρήτων μυστηρίων! τίκτεται Θεός, ἐπὶ γῆς δι' εὐσπλαγχνίαν, τὴν δουλικὴν εἰκόνα, ἑαυτῷ περιθέμενος, ὅπως τῆς δουλείας ἀφαρπάσῃ, τῆς τοῦ ἀλλοτρίου τοὺς βοῶντας, πόθῳ ζέοντι· Εὐλογημένος εἶ Σωτήρ, ὁ μόνος Φιλάνθρωπος.


Στιχ. Αἰνεῖτε αὐτὸν ἐν ἤχῳ, σάλπιγγος, αἰνεῖτε αὐτὸν ἐν ψαλτηρίῳ καὶ κιθάρᾳ.

Ἦχος πλ. β'
Δεῦρο Ἰσραήλ, βαρυκάρδιε ἀπόθου, τὸ ἐν τῇ ψυχῇ, ἐπικείμενόν σοι νέφος, ἐπίγνωθι τὸν Πλάστην, ἐν Σπηλαίῳ τικτόμενον, οὗτος τῶν Ἐθνῶν ἡ προσδοκία, οὗτος καθελεῖ τὰς ἑορτάς σου, βοᾶν· οὐ πείθῃ γάρ, ὁ Βασιλεὺς τοῦ Ἰσραήλ, Χριστὸς παραγίνεται.


Στιχ. Αἰνεῖτε αὐτὸν ἐν τυμπάνῳ καὶ χορῷ, αἰνεῖτε αὐτὸν ἐν χορδαῖς καὶ ὀργάνῳ,
Ἦχος πλ. β'
Ἥλιε Υἱέ, πῶς σε κρύψω τοῖς σπαργάνοις; πῶς σε γαλουχῶ, πάσης φύσεως τροφέα; πῶς σε χερσὶ κατέχω, τὸν κρατοῦντα τὰ σύμπαντα; πῶς σοι ἀδεῶς ἐνατενίζω, ᾧ οὐ τολμᾷ ἐνατενίζειν, τὰ πολυόμματα; ἡ Ἀπειρόγαμος Χριστόν, κρατοῦσα ἐφθέγγετο.


Στιχ. Αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις εὐήχοις, αἰνεῖτε αὐτὸν ἐν κυμβάλοις ἀλαλαγμοῦ. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Κύριον.
Ἦχος πλ. β'
ᾌσμασι καινοῖς, ἀλαλάξατε Ποιμένες, λόγους μαγικούς, ἀπορρίψατε οἱ Μάγοι, σταλάξατε τὰ ὄρη, καὶ βουνοὶ ἀγαλλίασιν, δεῦτε θυγατέρες Βασιλέων, εἰς τὴν χαράν τῆς Θεοτόκου, λαοὶ εἴπωμεν· Εὐλογημένος ὁ τεχθείς, Θεὸς ἡμῶν δόξα σοι.


Δόξα... Δοξαστικὸν Ἦχος πλ. β' Αἱ Ἀγγελικαὶ 
Δεῦρο Βηθλεέμ, ἑτοιμάζου τὰ τοῦ τόκου, ἴθι Ἰωσήφ, ἀπογράφου σὺν Μαρίᾳ, σεπτοτάτη ἡ φάτνη! θεοφόρα τὰ σπάργανα! ἔνθα ἡ ζωὴ ἐνειληθεῖσα, σειρὰς θανάτου διαρρήξει, ἐπισφίγγουσα, πρὸς ἀφθαρσίαν τοὺς βροτούς, Χριστὲ ὁ Θεὸς ἡμῶν.


Καὶ νῦν... Θεοτοκίον Ἦχος πλ. β'
Ὢ μακαριστή, τῆς θεόπαιδος κοιλία, ἥτις νοητῶς, οὐρανοῦ μείζων ἐδείχθη! ὃν οὐ χωρεῖ γὰρ οὗτος, σὺ κατέχεις βαστάζουσα. Ὢ μακαριστοὶ μαστοὶ Παρθένου, οὕσπερ θηλάσειεν ὁ τρέφων, πνοὴν ἅπασαν, Χριστὸς ὁ μήτρᾳ σάρξ παγείς, ἀνάνδρου Νεάνιδος.


Εἰς τὸν Στίχον, Στιχηρὰ Προσόμοια.
Ἦχος β' Οἶκος τοῦ Ἐφραθᾶ
 


Οἶκος τοῦ Παντουργοῦ, ἐδείχθης ὦ Παρθένε· ἐν σοὶ γὰρ ἐνοικήσας, ὁ Κύριος τῆς δόξης, τεχθῆναι νῦν προέρχεται.


Στίχ. Ὁ Θεὸς ἀπὸ Θαιμὰν ἥξει καὶ ὁ ἅγιος ἐξ ὄρους κατασκίου δασέος.
Νέον ἐν Βηθλεέμ, παιδίον ἐκ Παρθένου, Θεὸς ὁ πρὸ αἰώνων, ἐν φάτνῃ τῶν ἀλόγων, γεννᾶται, ὢ τοῦ θαύματος!


Στίχ. Κύριε εἰσακήκοα τὴν ἀκοήν σου καὶ ἐφοβήθην· κατενόησα τὰ ἔργα σου.
Τάξεις αἱ νοεραί, Ἀγγέλων ἐν ὑψίστοις, Θεῷ μετὰ Ποιμένων, βοήσατε καὶ Μάγων, τῷ τικτομένῳ δόξα σοι.


Ὑπόδεξαι Βηθλεέμ, τὴν τοῦ Θεοῦ Μητρόπολιν· φῶς γὰρ τὸ ἄδυτον, ἐπὶ σὲ γεννῆσαι ἥκει, Ἄγγελοι θαυμάσατε ἐν οὐρανῷ, ἄνθρωποι δοξάσατε ἐπὶ τῆς γῆς, Μάγοι ἐκ Περσίδος, τὸ τρισόκλεον δῶρον προσκομίσατε· Ποιμένες ἀγραυλοῦντες, τὸν τρισάγιον ὕμνον μελῳδήσατε. Πᾶσα πνοὴ αἰνεσάτω τὸν Παντουργέρτην.

Γιατί ἀφαιροῦν τον Ἐσταυρωμένο ἀπὸ τὴν ἁγία τράπεζα ;;

  Ὁ αἱρετικὸς «ἐπίσκοπος» Σύρου, Τήνου, Ἄνδρου κλπ (Δωρόθεος) στὸ «ἅγιο» βῆμα, στὸν ναὸ τῆς Παναγίας τῆς Τήνου - ΧΩΡΙΣ ΤΟΝ ΕΣΤΑΥΡΩΜΕΝΟ πίσω ...