Πέμπτη 5 Δεκεμβρίου 2019

Κύριε εκέκραξα Ήχος Β' Αγίου Νικολάου - Δ.Παπαγιαννόπουλος

ΕΣΠΕΡΙΝΟΣ ΑΓΙΟΥ ΝΙΚΟΛΑΟΥ ΜΥΡΩΝ ΤΗΣ ΛΥΚΙΑΣ, Ψάλλει ο Δημήτριος Παπαγιαννόπουλος.

Ψαλμὸς 140 Ἦχος β'  

Κύριε ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου, εἰσάκουσόν μου, Κύριε. Κύριε, ἐκέκραξα πρὸς σέ, εἰσάκουσόν μου πρόσχες τῇ φωνῇ τῆς δεήσεώς μου, ἐν τῷ κεκραγέναι με πρὸς σὲ εἰσάκουσόν μου, Κύριε.

Κατευθυνθήτω ἡ προσευχή μου, ὡς θυμίαμα ἐνώπιόν σου, 
ἔπαρσις τῶν χειρῶν μου θυσία ἑσπερινὴ εἰσάκουσόν μου, Κύριε.

Στιχηρὰ Προσόμοια τοῦ Ἁγίου Νικολάου  
(Ἦχος β' Ὅτε ἐκ τοῦ ξύλου σε νεκρὸν) 

Μύροις, παροικήσας αἰσθητῶς, μύρον ἀληθῶς ἀνεδείχθης, μύρῳ χρισθεὶς νοητῷ Ἅγιε Νικόλαε, Ἀρχιεράρχα Χριστοῦ, καὶ μυρίζεις τὰ πρόσωπα, τῶν πίστει καὶ πόθῳ, σοῦ τὴν παναοίδιμον, μνήμην τελούντων ἀεί, λύων συμφορῶν καὶ κινδύνων, τούτους καὶ τῶν θλίψεων Πάτερ, ἐν ταῖς πρὸς τὸν Κύριον πρεσβείαις σου. 

Ἕτερα Στιχηρὰ Προσόμοια  Ἦχος β'  Ποίοις εὐφημιῶν 

Ποίοις εὐφημιῶν στέμμασιν, ἀναδήσωμεν τὸν Ἱεράρχην, τὸν σαρκὶ ἐν Μύροις ὑπάρχοντα, καὶ πνευματικῶς πᾶσι προφθάνοντα, τοῖς εἰλικρινῶς αὐτὸν ποθοῦσι, τὸ πάντων, τῶν θλιβομένων παραμύθιον, καὶ πάντων, τῶν ἐν κινδύνοις καταφύγιον, τῆς εὐσεβείας τὸν πύργον, τῶν πιστῶν τὸν πρόμαχον, τὸν δι' οὗ ὀφρὺν δυσμενῶν, Χριστός καταβέβληκεν, ὁ ἔχων τὸ μέγα ἔλεος. 



Γιατί ἀφαιροῦν τον Ἐσταυρωμένο ἀπὸ τὴν ἁγία τράπεζα ;;

  Ὁ αἱρετικὸς «ἐπίσκοπος» Σύρου, Τήνου, Ἄνδρου κλπ (Δωρόθεος) στὸ «ἅγιο» βῆμα, στὸν ναὸ τῆς Παναγίας τῆς Τήνου - ΧΩΡΙΣ ΤΟΝ ΕΣΤΑΥΡΩΜΕΝΟ πίσω ...